Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.26 Dem. 47.29 (English) >>Dem. 47.32

47.28ὃν μὲν τοίνυν ᾤμην πράγματα παρέξειν μοι Δημοχάρην τὸν Παιανιέα, πρὶν μὲν εἰσαχθῆναι εἰς τὸ δικαστήριον ἦν ἀηδής, ἐπειδὴ δὲ εἰσήχθη καὶ ἑάλω, ἀπέδωκεν τὸ καθʼ ἑαυτὸν μέρος τῶν σκευῶν. ὃν δʼ οὐκ ἂν ᾠήθην εἰς τοσοῦτον πονηρίας ἐλθεῖν ὥστε τολμῆσαι ἄν ποτε τὴν πόλιν ἀποστερῆσαι τὰ σκεύη, εἰς τοσοῦτο δικῶν καὶ πραγμάτων προβέβηκεν. καὶ παρὼν μὲν πρὸς τῷ δικαστηρίῳ, ὅτε εἰσήγετο, οὐδαμοῦ ἠντεδίκησεν, οὐδὲ ἀπεγράψατο διαδικασίαν πρὸς οὐδένα, εἴ τινά φησιν ἕτερον ἔχειν τὰ σκεύη καὶ μὴ προσήκειν αὑτῷ ἀποδοῦναι, ἀλλʼ εἴασεν καθʼ αὑτοῦ ψῆφον ἐπαχθῆναι· 47.29ἐπειδὴ δὲ ἀπῆλθεν ἐκ τοῦ δικαστηρίου, οὐδὲν μᾶλλον ἀπεδίδου, ἀλλʼ ᾤετο ἐν μὲν τῷ παρόντι αὐτὸς ἐκποδὼν γενόμενος ἡσυχίαν ἕξειν, ἕως <ἂν> ἐγώ τε ἐκπλεύσω καὶ αἱ νῆες καὶ χρόνος ἐγγένηται, καὶ ἐμέ, οὗτος ὤφειλεν σκεύη τῇ πόλει, ἀναγκασθήσεσθαι ἀποδοῦναι ἥκοντα ἐνθάδε τῷ διαδόχῳ, ὃς ἂν ἔλθῃ ἐκ τῆς συμμορίας ἐπὶ τὴν ναῦν. τί γὰρ ἂν καὶ ἀντέλεγον αὐτῷ ψηφίσματα καὶ νόμους παρεχομένῳ, ὡς προσῆκεν ἐμὲ εἰσπρᾶξαι τὰ σκεύη; 47.30 δὲ Θεόφημος χρόνου ἐγγεγενημένου, ὁπότε αὐτὸν ἥκων ἀπαιτοίην, ἔμελλε φήσειν ἀποδεδωκέναι, καὶ τούτοις τεκμηρίοις καταχρήσεσθαι ὡς ἀποδέδωκεν, τῷ καιρῷ, τῇ χρείᾳ, ὡς οὐκ ἠλίθιος ἦν οὐδʼ αὖ φίλος αὐτῷ γενόμενος οὐδεπώποτε ὥστʼ ἐπισχεῖν· ὥστε τί ἄν ποτε βουλόμενος ἐγώ, τριηραρχῶν μὲν τῇ πόλει, ἐπιμελητὴς δὲ ὢν τῆς συμμορίας, ψηφισμάτων δὲ τοιούτων καὶ νόμου ὄντος, περὶ τὴν εἴσπραξιν ἐπέσχον ἂν τούτῳ;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.26 Dem. 47.29 (English) >>Dem. 47.32

Powered by PhiloLogic